Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ δὲ τούτου πρῶτον μὲν οἱ λοιποὶ Σπαρτιᾶται χαλεπῶς ἔφερον ὑπηρέται Λυσάνδρου μᾶλλον ἢ σύμβουλοι βασιλέως ὄντες ἔπειτα δʼ αὐτὸς ὁ Ἀγησίλαος, εἰ καὶ μὴ φθονερὸς ἦν μηδὲ ἤχθετο τοῖς τιμωμένοις, ἀλλὰ φιλότιμος ὢν σφόδρα καὶ φιλόνεικος, ἐφοβεῖτο μή, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν. οὕτως οὖν ἐποίει.

πρῶτον ἀντέκρουε ταῖς συμβουλίαις αὐτοῦ, καὶ πρὸς ἃς ἐκεῖνος ἐσπουδάκει μάλιστα πράξεις ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεομένων οὓς αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποιθότας, ἀπράκτους ἀπέπεμπε· καὶ περὶ τὰς κρίσεις ὁμοίως οἷς ἐκεῖνος ἐπηρεάζοι, τούτους ἔδει πλέον ἔχοντας ἀπελθεῖν, καὶ τοὐναντίον οὓς φανερὸς γένοιτο προθυμούμενος ὠφελεῖν, χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι.

γινομένων δὲ τούτων οὐ κατὰ. τύχην, ἀλλʼ οἷον ἐκ παρασκευῆς καὶ ὁμαλῶς, αἰσθόμενος τὴν αἰτίαν ὁ Λύσανδρος οὐκ ἀπεκρύπτετο πρὸς τοὺς φίλους, ἀλλʼ ἔλεγεν ὡς διʼ αὐτὸν ἀτιμάζοιντο, καὶ παρεκάλει θεραπεύειν ἰόντας τὸν βασιλέα καὶ τοὺς μᾶλλον αὐτοῦ δυναμένους.

ὡς οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος, ἔτι μᾶλλον αὐτοῦ καθάψασθαι βουλόμενος Ἀγησίλαος

p.20
ἀπέδειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται, πολλῶν ἀκουόντων νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαιτην.

ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· ἤιδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν. νὴ Δίʼ,[*](Νὴ Δἴ Cobet, comparing Xenophon, Hell. iii. 4, 9:Ηιδειν (I know how to humble).)

paris.1624.600
ἔφη, τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. καὶ ὁ Λύσανδρος, ἀλλʼ ἴσως, ἔφη, ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί σοι χρήσιμος.

ἐκ τούτου πέμπεται μὲν ἐφʼ Ἑλλήσποντον, καὶ Σπιθριδάτην, ἄνδρα Πέρσην, ἀπὸ τῆς Φαρναβάζου χώρας μετὰ χρημάτων συχνῶν καὶ διακοσίων ἱππέων ἤγαγε πρὸς τὸν Ἀγησίλαον, οὐκ ἔληγε δὲ τῆς ὀργῆς, ἀλλὰ βαρέως φέρων ἤδη τὸν λοιπὸν χρόνον ἐβούλευεν ὅπως τῶν δυεῖν οἴκων τὴν βασιλείαν ἀφελόμενος εἰς μέσον ἅπασιν ἀποδοίη Σπαρτιάταις, καὶ ἐδόκει μεγάλην ἂν ἀπεργάσασθαι κίνησιν ἐκ ταύτης τῆς διαφορᾶς, εἰ μὴ πρότερον ἐτελεύτησεν εἰς Βοιωτίαν στρατεύσας.