Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀκούσαντες οὖν οἱ βοιωτάρχαι πρὸς ὀργὴν κινηθέντες ἔπεμψαν ὑπηρέτας, ἀπαγορεύοντες τῷ Ἀγησιλάῳ μὴ θύειν παρὰ τοὺς νόμους καὶ τὰ πάτρια Βοιωτῶν, οἱ δὲ καὶ ταῦτα ἀπήγγειλαν καὶ τὰ μηρία διέρριψαν ἀπὸ τοῦ βωμοῦ, χαλεπῶς οὖν ἔχων ὁ Ἀγησίλαος ἀπέπλει, τοῖς τε Θηβαίοις διωργισμένος καὶ γεγονὼς δύσελπις διὰ τὸν οἰωνόν, ὡς ἀτελῶν αὐτῷ τῶν πράξεων γενησομένων καὶ τῆς στρατείας ἐπὶ τὸ προσῆκον οὐκ ἀφιξομένης.

ἐπεὶ δὲ ἧκεν εἰς Ἔφεσον, εὐθὺς ἀξίωμα μέγα καὶ δύναμις ἦν ἐπαχθὴς καὶ βαρεῖα περὶ τὸν Λύσανδρον, ὄχλου φοιτῶντος ἐπὶ τὰς θύρας ἑκάστοτε καὶ πάντων παρακολουθούντων καὶ θεραπευόντων ἐκεῖνον, ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν Ἀγησίλαον ἔχοντα,[*](ἔχοντα Coraës, after Reiske: ὅντα.) διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα[*](κύριον ὄντα Reiske:κύριον.) ἁπάντων καὶ δυνάμενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον.

οὐδεὶς γὰρ δεινότερος οὐδὲ φοβερώτερος ἐκείνου τῶν εἰς τὴν Ἀσίαν ἀποσταλέντων ἐγένετο στρατηγῶν, οὐδὲ μείζονα τοὺς φίλους ἀνὴρ ἄλλος εὐεργέτησεν οὐδὲ κακὰ τηλικαῦτα τοὺς ἐχθροὺς ἐποίησεν. ὧν ἔτι προσφάτων ὄντων οἱ ἄνθρωποι

p.18
μνημονεύοντες, ἄλλως δὲ τὸν μὲν Ἀγησίλαον ἀφελῆ καὶ λιτὸν ἐν ταῖς ὁμιλίαις καὶ δημοτικὸν ὁρῶντες, ἐκείνῳ δὲ τὴν αὐτὴν ὁμοίως σφοδρότητα καὶ τραχύτητα καὶ βραχυλογίαν παροῦσαν, ὑπέπιπτον αὐτῷ παντάπασι καὶ μόνῳ προσεῖχον.