Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τοῦτο δὲ ἀμέλει συνεωρακέναι καὶ τὸν Ὅμηρον οἴονταί τινες· οὐ γὰρ ἂν τὸν Ἀγαμέμνονα ποιῆσαι χαίροντα τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως εἰς λοιδορίαν προαχθέντων ἐκπάγλοις ἐπέεσσιν, εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι τὸν πρὸς ἀλλήλους ζῆλον καὶ τὴν διαφορὰν τῶν ἀρίστων, ταῦτα μὲν οὖν οὐκ ἂν οὕτως τις ἁπλῶς συγχωρήσειεν αἱ γὰρ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλεπαὶ ταῖς πόλεσι καὶ μεγάλους κινδύνους ἔχουσι.

τοῦ δὲ Ἀγησιλάου τὴν βασιλείαν νεωστὶ παρειληφότος, ἀπήγγελλόν τινες ἐξ Ἀσίας ἥκοντες ὡς ὁ Περσῶν βασιλεὺς παρασκευάζοιτο μεγάλῳ στόλῳ Λακεδαιμονίους ἐκβαλεῖν τῆς θαλάσσης. ὁ δὲ Λύσανδρος ἐπιθυμῶν αὖθις εἰς Ἀσίαν ἀποσταλῆναι καὶ βοηθῆσαι τοῖς φίλοις, οὓς αὐτὸς μὲν ἄρχοντας καὶ κυρίους τῶν πόλεων ἀπέλιπε, κακῶς δὲ χρώμενοι καὶ βιαίως τοῖς πράγμασιν ἐξέπιπτον ὑπὸ τῶν πολιτῶν καὶ ἀπέθνησκον, ἀνέπεισε τὸν Ἀγησίλαον ἐπιθέσθαι τῇ στρατείᾳ καὶ προπολεμῆσαι τῆς

p.14
Ἑλλάδος, ἀπωτάτω διαβάντα καὶ φθάσαντα τὴν τοῦ βαρβάρου παρασκευήν.

ἅμα δὲ τοῖς ἐν Ἀσίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν Ἀγησίλαον αἰτεῖσθαι. παρελθὼν οὖν εἰς τὸ πλῆθος Ἀγησίλαος ἀνεδέξατο τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγεμόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς ἑξακισχιλίους δύναμιν.

συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν Ἀγησίλαον ἐξέπεμπον εὐθὺς[*](ἐξέπεμπον εὐθυς MSS.:ἐξέπεμπον after Reiske.) ἔχοντα τοὺς τριάκοντα Σπαρτιατας, ὧν ὁ Λύσανδρος ἦν πρῶτος,[*](πρῶτος S: εὐθὺς πρῶτος.) οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν Ἀγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην.