Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους πολίτας ὁμιλίαις ἐχθρὸς ἦν ἀμεμπτότερος ἢ φίλος, τοὺς μὲν γὰρ ἐχθροὺς ἀδίκως οὐκ ἔβλαπτε, τοῖς δὲ φίλοις καὶ τὰ μὴ δίκαια συνέπραττε. καὶ τοὺς μὲν ἐχθροὺς ᾐσχύνετο μὴ τιμᾶν κατορθοῦντας, τοὺς δὲ φίλους οὐκ ἐδύνατο ψέγειν ἁμαρτάνοντας, ἀλλὰ καὶ βοηθῶν ἠγάλλετο καὶ συνεξαμαρτάνων αὐτοῖς· οὐδὲν γὰρ ᾤετο τῶν φιλικῶν ὑπουργημάτων αἰσχρὸν εἶναι.

τοῖς δʼ αὖ διαφόροις πταίσασι πρῶτος συναχθόμενος καὶ δεηθεῖσι συμπράττων προθύμως ἐδημαγώγει καὶ προσήγετο πάντας. ὁρῶντες οὖν οἱ ἔφοροι ταῦτα καὶ φοβούμενοι τὴν δύναμιν ἐζημίωσαν αὐτόν, αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς πολίτας ἰδίους κτᾶται.

p.12

καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονταί καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν[*](πάντων Coreaës and Bekker have πάντως (utterly), an early, anonymous correction.) γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι.