Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τότε δὲ συμμίξας τῷ Τάχῳ παρασκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνάμεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τὸν δὲ ναυτικοῦ Χαβρίας ὁ Ἀθηναῖος· ἡγεμὼν δὲ συμπάντων αὐτὸς ἦν ὁ Τάχως.

καὶ τοῦτο πρῶτον ἠνίασε τὸν Ἀγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλαζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνόμενος ἠναγκάζετο φέρειν καὶ συνεξέπλευσεν ἐπὶ τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε.

Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφʼ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διεπέμπετο πρὸς τὸν Ἀγησίλαον ἀξιῶν αὐτῷ βοηθεῖν τὰ δʼ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει, μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς.

αἰσθομένου δὲ ταῦτα τοῦ Τάχω καὶ τραπομένου πρὸς δέησιν αὐτῶν, ὁ μὲν Χαβρίας ἐπειρᾶτο καὶ τὸν Ἀγησίλαον ἐν τῇ φιλίᾳ τοῦ Τάχω πείθων καὶ παραμυθούμενος κατέχειν, ὁ δὲ Ἀγησίλαος εἶπεν ὅτι σοὶ μέν, ὦ Χαβρία, κατὰ σεαυτὸν ἀφιγμένῳ χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς ἔξεστιν, ἐγὼ δὲ ὑπὸ τῆς πατρίδος ἐδόθην Αἰγυπτίοις στρατηγός, οὐκ οὖν ἂν ἔχοι μοι καλῶς οἷς ἐπέμφθην σύμμαχος πολεμεῖν, ἐὰν μὴ πάλιν ἡ πατρὶς κελεύσῃ.

ταῦτα δὲ εἰπὼν ἔπεμψεν εἰς Σπάρτην; ἄνδρας, οἳ τοῦ μὲν Τάχω κατηγορήσειν, ἐπαινέσεσθαι δὲ τὸν Νεκτάναβιν ἔμελλον. ἔπεμψαν δὲ κἀκεῖνοι δεόμενοι τῶν Λακεδαιμονίων, ὁ μὲν ὡς πάλαι σύμμαχος γεγονὼς καὶ φίλος,

p.106
ὁ δὲ ὡς εὔνους καὶ προθυμότερος περὶ τὴν πόλιν ἐσόμενος. ἀκούσαντες οὖν οἱ Λακεδαιμόνιοι τοῖς μὲν Αἰγυπτίοις ἀπεκρίναντο φανερῶς Ἀγησιλάῳ περὶ τούτων μελήσειν, ἐκείνῳ δὲ ἐπέστειλαν ὁρᾶν κελεύοντες ὅπως πράξει τὸ τῇ Σπάρτῃ συμφέρον.

οὕτω δὴ λαβὼν τοὺς μισθοφόρους ὁ Ἀγησίλαος ἀπὸ τοῦ Τάχω μετέστη πρὸς τὸν Νεκτάναβιν, ἀτόπου καὶ ἀλλοκότου πράγματος παρακαλύμματι τῷ συμφέροντι τῆς πατρίδος χρησάμενος· ἐπεὶ ταύτης γε τῆς προφάσεως ἀφαιρεθείσης τὸ δικαιότατον ὄνομα τῆς πράξεως ἦν προδοσία. Λακεδαιμόνιοι δὲ τὴν πρώτην τοῦ καλοῦ μερίδα τῷ τῆς πατρίδος συμφέροντι διδόντες οὔτε μανθάνουσιν οὔτε ἐπίστανται δίκαιον ἄλλο πλὴν ὃ τὴν Σπάρτην αὔξειν νομίζουσιν.