Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμεινώνδαν ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δὲ ἐγκείμενον

paris.1624.616
καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λάκων ὑποστὰς ἔπαισε δόρατι μέν, ὡς Διοσκουρίδης ἱστόρηκε, Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος.

οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμεινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, γένει δʼ ἀτέλειαν, ἣν ἔτι καὶ καθʼ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντικράτους ἀπογόνων. μετὰ δὲ τὴν μάχην καὶ τὸν θάνατον[*](τὼν θάνατον with S: θάνατον.) τοῦ Ἐπαμεινώνδου γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς αὑτούς, ἀπήλαυνον οἱ περὶ τὸν Ἀγησίλαον τοῦ ὅρκου τοὺς Μεσσηνίους, ὡς πόλιν οὐκ ἔχοντας.

ἐπεὶ δὲ οἱ λοιποὶ πάντες ἐδέχοντο καὶ τοὺς

p.100
ὅρκους ἐλάμβανον παρʼ αὐτῶν, ἀπέστησαν οἱ Λακεδαιμόνιοι, καὶ μόνοις αὐτοῖς πόλεμος ἦν ἐλπίζουσιν ἀναλήψεσθαι τὴν Μεσσηνίαν. βίαιος οὖν ἐδόκει καὶ ἀτενὴς καὶ πολέμων ἄπληστος ὁ Ἀγησίλαος εἶναι, τὰς μὲν κοινὰς διαλύσεις πάντα τρόπον ὑπορύττων καὶ ἀναβάλλων, πάλιν δὲ ὑπὸ χρημάτων ἀπορίας ἀναγκαζόμενος ἐνοχλεῖν τοῖς κατὰ πόλιν φίλοις καὶ δανείζεσθαι καὶ συνερανίζεσθαι,

δέον ἀπηλλάχθαι κακῶν εἰς τοῦτο περιήκοντι τῷ καιρῷ, καὶ μὴ τὴν ἅπασαν ἀρχὴν τοσαύτην γενομένην ἀφεικότα καὶ πόλεις καὶ γῆν καὶ θάλατταν, ὑπὲρ τῶν ἐν Μεσσήνῃ κτημάτων καὶ προσόδων σφαδάζειν.

ἔτι δὲ μᾶλλον ἠδόξησε Τάχῳ τῷ Αἰγυπτίῳ στρατηγὸν ἐπιδοὺς ἑαυτόν· οὐ γὰρ ἠξίουν ἄνδρα τῆς Ἑλλάδος ἄριστον κεκριμένον καὶ δόξης ἐμπεπληκότα τὴν οἰκουμένην, ἀποστάτῃ βασιλέως, ἀνθρώπῳ βαρβάρῳ, χρῆσαι τὸ σῶμα καὶ τοὔνομα καὶ τὴν δόξαν ἀποδόσθαι χρημάτων, ἔργα μισθοφόρου καὶ ξεναγοῦ διαπραττόμενον.

κεἰ γὰρ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη καὶ πᾶν ὑπὸ τραυμάτων τὸ σῶμα κατακεκομμένος ἐκείνην αὖθις ἀνεδέξατο τὴν καλὴν καὶ περίβλεπτον ἡγεμονίαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλοτιμίαν· τοῦ γὰρ καλοῦ καιρὸν οἰκεῖον εἶναι καὶ ὥραν, μᾶλλον δὲ ὅλως τὰ καλὰ τῶν αἰσχρῶν τῷ μετρίῳ διαφέρειν.

οὐ μὴν ἐφρόντιζε τούτων ὁ

p.102
Ἀγησίλαος, οὐδὲ ᾤετο παρʼ ἀξίαν εἶναι λειτούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆσθαι περιμένοντα τὸν θάνατον, ὅθεν ἀθροίσας[*](ἀθροισας with Coraës and S: ἤθροισε.) μισθοφόρους ἀφʼ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθʼ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον.

ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν, ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν.