Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ γὰρ, ὡς πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσας τρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπιδείξας τὰ κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς Λακεδαιμονίους ἀποδιδόντας,

ἐν δὲ πρώτοις τὸν Ἀρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος, ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετʼ ὀλίγων ἀντερείδοντα τοῖς πολεμίοις· Ἰσίδαν δὲ δοκῶ, τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν[*](καινὸν with Amyot and S: καλὸν (noble).) καὶ ἀγαστόν.

ἦν μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδιστον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπὸν

p.98
τῶν καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσάμενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν προστυχόντα καὶ καταβάλλων.

ἐτρώθη δὲ ὑπʼ οὐδενός, εἴτε θεοῦ διʼ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν, ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν.