Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν, καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων καὶ φήσας ὅτι τούς νόμους δεῖ σήμερον

paris.1624.613
ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τούς ἄνδρας ἐπιτίμους ἐφύλαξε.

βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην.

ἐκ δὲ τούτου παρῆν εἰς τὴν Λακωνικὴν ὁ Ἐπαμεινώνδας μετὰ τῶν συμμάχων, οὐκ ἐλάττονας ἔχων τετρακισμυρίων ὁπλιτῶν, πολλοὶ δὲ καὶ ψιλοὶ καὶ ἄνοπλοι πρὸς ἁρπαγὴν συνηκολούθουν, ὥστε μυριάδας ἑπτὰ τοῦ σύμπαντος ὄχλου συνεισβαλεῖν εἰς τὴν Λακωνικήν.

ἦν μὲν δὴ χρόνος οὐκ ἐλάττων ἐτῶν ἑξακοσίων ἀφʼ οὗ κατῴκουν τὴν Λακεδαίμονα Δωριεῖς· ἐν δὲ τούτῳ παντὶ τότε πρῶτον ὤφθησαν ἐν τῇ χώρᾳ πολέμιοι, πρότερον δὲ οὐδεὶς ἐτόλμησεν ἀλλὰ ἀδῄωτον καὶ ἄθικτον οὖσαν ἐμβαλόντες ἐπυρπόλουν καὶ διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος.

γὰρ Ἀγησίλαος

p.86
οὐκ εἴα πρός τοσοῦτον, ὥς φησι Θεόπομπος, ῥεῦμα καὶ κλύδωνα πολέμου μάχεσθαι τοὺς Λακεδαιμονίους, ἀλλὰ τῆς πόλεως τὰ μέσα καὶ κυριώτατα τοῖς ὁπλίταις περιεσπειραμένος ἐκαρτέρει τὰς ἀπειλὰς καὶ τὰς μεγαλαυχίας τῶν Θηβαίων, προκαλουμένων ἐκεῖνον ὀνομαστὶ καὶ διαμάχεσθαι περὶ τῆς χώρας κελευόντων, ὃς τῶν κακῶν αἴτιός ἐστιν ἐκκαύσας τὸν πόλεμον.

οὐχ ἧττον δὲ τούτων ἐλύπουν τὸν Ἀγησίλαον οἱ κατὰ τὴν πόλιν θόρυβοι καὶ κραυγαὶ καὶ διαδρομαὶ τῶν τε πρεσβυτέρων δυσανασχετούντων τὰ γινόμενα καὶ τῶν γυναικῶν οὐ δυναμένων ἡσυχάζειν, ἀλλὰ παντάπασιν ἐκφρόνων οὐσῶν πρός τε τὴν κραυγὴν καὶ τὸ πῦρ τῶν πολεμίων.

ἠνία δὲ καὶ τὸ τῆς δόξης αὐτόν, ὅτι τὴν πόλιν μεγίστην παραλαβὼν καὶ δυνατωτάτην, ἑώρα συνεσταλμένον αὐτῆς τὸ ἀξίωμα καὶ τὸ αὔχημα κεκολουμένον, ᾧ καὶ αὐτὸς ἐχρήσατο πολλάκις, εἰπὼν ὅτι γυνὴ Λάκαινα καπνὸν οὐχ ἑώρακε πολέμιον, λέγεται δὲ καὶ Ἀνταλκίδας, Ἀθηναίου τινὸς ἀμφισβητοῦντος ὑπὲρ ἀνδρείας πρός αὐτὸν καὶ εἰπόντος, ἡμεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν, ὑποτυχεῖν, ἀλλʼ Ἡμεῖς γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

παραπλησίως δὲ καὶ πρός τὸν Ἀργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· πολλοὶ ὑμῶν ἐν τῇ Ἀργολίδι κεῖνται ὁ δὲ ἀπήντησεν ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ.