Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ[*](ὡς εἰκὸς αὐτῷ with S; other MSS.ὡς εἰκὸς ἦν:αὐτῷ.) κινδυνεύοντι

p.70
περὶ τὸν πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ Ἀγησιλάου.

τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παράσχῃ,

paris.1624.610
μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι, τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός·

ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν.

αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησιλάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην.

τούτους γὰρ ὁ Ἀγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ Ἀρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαρροῦντας ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνος ὁ Ἀγησίλαος διαφερόντως· καὶ περὶ ἐκείνου τὸ

p.72
τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.