Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησιλάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καί τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς.

καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφʼ ἥβης καί στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν[*](στρατηγίαν with Stephanus, Coraës, and S:στρατείαν.) ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους.

ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδʼ ἀφιλότιμος ἀνήρ, ἀεὶ δʼ · ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι διʼ ἑαυτοῦ καί τῶν Ἀθηναίων

p.68
ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών.

λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καί Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καί μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καί παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καί παράνομον, τόλμης δὲ καί τύχης ἐνδεᾶ γενομένην.

ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καί κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καί φῶς ἀφʼ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι φρῖξαι καί περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καί ἀδόξως εἰς τὰς Θεσπιάς.

ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὗρον δὲ κατηγορίας[*](κατηγορίας with S:κατηγόρων.) μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καί βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.