Agesilaus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
διατρίβοντος δὲ περὶ τήν Κορινθίων αὐτοῦ καὶ τὸ Ἡραῖον εἰληφότος καὶ τὰ αἰχμάλωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ
p.60
φιλίας. ὁ δὲ μισῶν μὲν ἀεὶ τήν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων.ἔπαθε δὲ πρᾶγμα νεμεσητόν· οὔπω γὰρ ἀπηλλαγμένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τήν μόραν ὑπό Ἰφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέπεσεν αὐτοῖς πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέβαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους.
ἀνεπήδησε μὲν οὖν εὐθὺς ὁ Ἀγησίλαος ὡς
paris.1624.608
βοηθήσων· ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ Ἀγησίλαος εἶπεν εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφʼ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.