Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι, καί στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας[*](The lacuna after this name may be filled from the wordsκατὰ θάλατταν τὰς ναῦς καὶ τὰ ϝεώρια ᾕρηκε, in Xenophon, Hell. iv. 4, 19.) --- Ἀργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καί τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρα σκευὴν ἅπασαν ἀπολιπόντας·

ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν Οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καί συντελούντων παρέμεινε καί παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπʼ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν.

ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους ὁ Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καί μέγα τὴν

p.58
ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς Οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καί τοὺς μὲν οἴκοι χοροὺς καί ἀγῶνας ἐπεκόσμει καί συμπαρῆν ἀεὶ φιλοτιμίας καί σπουδῆς μεστὸς ὢν καί οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν.

καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καί δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καί προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν· οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ; κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν, ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.

παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, αὐτᾶς ἄκουκα. τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καί δὴ καί πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψε· βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.