Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν. ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἀναγνοὺς καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ καθησύχαζε.

τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἔβλαπτε, διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεί στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν, ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις

paris.1624.607
πονηροὺς καὶ πλεονέκτας, εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος, οἰκείους ἐκ διαφόρων ἐποιεῖτο καὶ μεθίστη πρὸς αὑτόν, ὥστε μηθένα ἀντίπαλον εἶναι.

ὁ γὰρ ἕτερος βασιλεὺς Ἀγησίπολις, ἅτε δὴ πατρὸς μὲν ὢν φυγάδος, ἡλικίᾳ δὲ παντάπασι μειράκιον, φύσει. δὲ πρᾷος καὶ κόσμιος, οὐ πολλὰ τῶν πολιτικῶν ἔπραττεν. οὐ μὴν ἀλλὰ καὶ τοῦτον ἐποιεῖτο χειροήθη. συσσιτοῦσι γὰρ οἱ βασιλεῖς εἰς τὸ αὐτὸ φοιτῶντες φιδίτιον, ὅταν ἐπιδημῶσιν.