Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλʼ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθʼ αὑτοὺς γεγονότες.

p.50

Ἀγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων

paris.1624.606
πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι πρὸς τήν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν ὅπλων συγκεκομισμένους, ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι.

πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δʼ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.