Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ δὲ ἐν τῇ πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ

p.46
βοηθεῖν. ἀπογραψαμένων δὲ πάντων προθύμως, οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν. ὁ δὲ Ἀγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλείποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος.

ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ· καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.

ἐπεὶ δὲ προϊὼν καὶ γενόμενος ἐν Κορωνείᾳ κατεῖδε τοὺς πολεμίους καὶ κατώφθη, παρετάξατο δοὺς Ὀρχομενίοις τὸ εὐώνυμον κέρας, αὐτὸς δὲ τὸ δεξιὸν ἐπῆγεν. οἱ δὲ Θηβαῖοι τὸ μὲν δεξιὸν εἶχον αὐτοί, τὸ δὲ εὐώνυμον Ἀργεῖοι. λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἵαν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι· καὶ παρῆν αὐτὸς τῷ Ἀγησιλάῳ συναγωνιζόμενος, ἐξ Ἀσίας διαβεβηκώς.

ἡ μὲν οὖν πρώτη σύρραξις οὐκ ἔσχεν ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι

p.48
ταχὺ τοὺς Ὀρχομενίους ἐτρέψαντο καὶ τοὺς Ἀργείους ὁ Ἀγησίλαος· ἐπεὶ δὲ ἀκούσαντες ἀμφότεροι τὰ εὐώνυμα πιέζεσθαι καὶ φεύγειν ἀνέστρεψαν, ἐνταῦθα τῆς νίκης ἀκινδύνου παρούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλάξαντας, ὑπὸ θυμοῦ καὶ φιλονεικίας ἐναντίος ἐχώρει τοῖς ἀνδράσιν, ὤσασθαι κατὰ κράτος βουλόμενος.

οἱ δὲ οὐχ ἧττον ἐρρωμένως ἐδέξαντο, καὶ μάχη γίνεται διʼ ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατʼ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν ἔοικεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος, ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προκινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρπασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον.

ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλʼ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθʼ αὑτοὺς γεγονότες.

p.50