Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν οἱ δὲ καλούμενοι Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας.

ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι; προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς, τὸ δʼ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, Βουλευέσθω τοίνυν ἐκεῖνος, εἶπεν, ἡμεῖς δὲ δὴ πορευόμεθα. Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν.

τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλασσομένων οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν

p.44
τὴν Λάρισσαν, ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

καὶ τοῦτʼ ἴσως ἐπʼ Ἀγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθόμενος μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον, καὶ ἄνδρας[*](ἄνδρας καὶ rejected by Sintenis and Bekker, and questioned by Coraës after Schaefer; the words are wanting in Apophth. Lacon. 45 (Morals, p. 211 e).) τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρμένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τῆς Ἑλλάδος, ἔφη, τοσούτους ἄνδρας ἀπολωλεκυίας ὑφʼ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι.

τῶν

paris.1624.605
δὲ Φαρσαλίων προσκειμένων αὑτῷ καὶ κακούντων τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσιν ἐμβαλεῖν κελεύσας σὺν αὑτῷ καὶ τρεψάμενος ἔστησε τρόπαιον ὑπὸ τῷ Ναρθακίῳ. καὶ τὴν νίκην ὑπερηγάπησεν ἐκείνην, ὅτι συστησάμενος ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.