Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πῶς οὐκ ἦν ἄξιον τὴν Σπάρτην μακαρίσαι τῆς Ἀγησιλάου τιμῆς πρὸς ταύτην καὶ πρὸς τοὺς νόμους τῆς εὐλαβείας; ὃς ἅμα τῷ τὴν σκυτάλην ἐλθεῖν εὐτυχίαν τοσαύτην καὶ δύναμιν παροῦσαν καὶ τηλικαύτας ἐλπίδας ὑφηγουμένας ἀφεὶς καὶ προέμενος εὐθὺς ἀπέπλευσεν ἀτελευτήτῳ ἐπὶ ἔργῳ, πολὺν ἑαυτοῦ πόθον τοῖς συμμάχοις ἀπολιπών, καὶ μάλιστα δὴ τὸν Ἐρασιστράτου τοῦ Φαίακος ἐλέγξας λόγον, εἰπόντος ὡς εἰσὶ δημοσίᾳ μὲν Λακεδαιμόνιοι βελτίονες, ἰδίᾳ δὲ Ἀθηναῖοι.

βασιλέα γὰρ ἑαυτὸν καὶ στρατηγὸν ἄριστον ἐπιδειξάμενος, ἔτι βελτίονα καὶ ἡδίονα τοῖς χρωμένοις ἰδίᾳ φίλον καὶ συνήθη παρέσχε, τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα

p.42
τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη μυρίοις τοξόταις ὑπὸ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.