Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.

ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. ἐγὼ γάρ, εἶπεν, ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι

p.34
μεθʼ ὑμῶν, ἐὰν δʼ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου. ταῦτα δʼ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, εἴθε, εἶπεν, ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος.