Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔπεμψε γὰρ εὐθέως ὁ βασιλεὺς Τιθραύστην ἐπʼ αὐτόν, ὃς ἐκείνου μὲν τὴν κεφαλὴν ἀπέτεμε, τὸν δὲ Ἀγησίλαον ἠξίου διαλυσάμενον ἀποπλεῖν οἴκαδε, καὶ χρήματα διδοὺς αὐτῷ προσέπεμψεν. ὁ δὲ τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός· καὶ ἄλλως γε μέντοι νομίζειν Ἕλληνας καλὸν οὐ δῶρα λαμβάνειν, ἀλλὰ λάφυρα παρὰ τῶν πολεμίων.

ὅμως δὲ τῷ Τιθραύστῃ χαρίζεσθαι βουλόμενος, ὅτι τὸν κοινὸν ἐχθρὸν Ἑλλήνων ἐτετιμώρητο Τισαφέρνην, ἀπήγαγεν εἰς Φρυγίαν τὸ στράτευμα, λαβὼν ἐφόδιον παρʼ αὐτοῦ τριάκοντα τάλαντα. καὶ καθʼ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ, τοῦτο μόνῳ πάντων ὑπῆρξεν Ἀγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου διʼ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν.

τότε δὲ τοῦ ναυτικοῦ καταστήσας ἄρχοντα Πείσανδρον ἁμαρτεῖν ἔδοξεν, ὅτι πρεσβυτέρων καὶ φρονιμωτέρων παρόντων οὐ σκεψάμενος τὸ τῆς πατρίδος, ἀλλὰ τὴν οἰκειότητα τιμῶν καὶ τῇ γυναικὶ χαριζόμενος, ἧς ἀδελφὸς ἦν ὁ Πείσανδρος, ἐκείνῳ παρέδωκε τὴν ναυαρχίαν·

p.28

αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καί χρήματα συνῆγε πολλά· καί προελθὼν ἄχρι Παφλαγονίας προσηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτὸν διʼ ἀρετὴν καί πίστιν.

ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν Ἀγησίλαον , ἀεὶ συναπεδήμει καί συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς ὄντος ἤρα σφοδρῶς Ἀγησίλαος, καλὴν δὲ καί θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου, ταύτην ἔπεισε γῆμαι τὸν Κότυν ὁ Ἀγησίλαος·