Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Ἀγησιλάῳ δὲ καί τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχεσθαι.[*](τοῦ ἄρχεσθαι with Ma and Cobet: ἄρχεσθαι.) διὸ καί πολὺ τῶν βασιλέων εὐαρμοστότατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει ἡγεμονικῷ καί βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καί φιλάνθρωπον.

ἐν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συντρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν,

p.4
ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέστατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλόμενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳότητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα, καὶ τοῖς ψόγοις ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι·