Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.

ἐνδόντος δὲ τοῦ πνεύματος φερόμενος νήσοις τισὶν ἐναυλίζεται σποράσιν ἀνύδροις· κἀκεῖθεν ἄρας καὶ διεκβαλὼν τὸν Γαδειραῖον πορθμόν ἐν δεξιᾷ τοῖς ἐκτὸς ἐπιβάλλει τῆς Ἰβηρίας, μικρὸν ὑπὲρ τῶν τοῦ Βαίτιος ἐκβολῶν, ὃς εἰς τὴν Ἀτλαντικὴν ἐκφερόμενος θάλατταν ὄνομα τῇ περὶ αὐτὸν Ἰβηρίᾳ, παρέσχεν.

ἐνταῦθα ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ νέον ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι λεπτῷ παντάπασι πορθμῷ διαιρούμεναι, μυρίους δʼ ἀπέχουσι Λιβύης σταδίους καὶ ὀνομάζονται Μακάρων. ὄμβροις δὲ χρώμεναι

paris.1624.572
μετρίοις σπανίως, τὰ δὲ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις, οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν αὐτοφυῆ φέρουσιν ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον.

ἀὴρ δὲ ἄλυπος ὡρῶν τε

p.22
κράσει καὶ μεταβολῆς μετριότητι κατέχει τὰς νήσους, οἱ μέν γὰρ ἐνθένδε τῆς γῆς ἀποπνέοντες ἔξω βορέαι καὶ ἀπηλιῶται διὰ μῆκος ἐκπεσόντες εἰς τόπον ἀχανῆ διασπείρονται καὶ προαπολείπουσι, πελάγιοι δὲ περιρρέοντες ἀργέσται καὶ ζέφυροι βληχροὺς μέν ὑετοὺς καὶ σποράδας ἐκ θαλάττης ἐπάγοντες, τὰ δὲ πολλὰ νοτεραῖς αἰθρίαις ἐπιψύχοντες ἡσυχῇ τρέφουσιν, ὥστε μέχρι τῶν βαρβάρων διῖχθαι πίστιν ἰσχυράν αὐτόθι τὸ Ἠλύσιον εἶναι πεδίον καὶ τὴν τῶν εὐδαιμόνων οἴκησιν, ἣν Ὅμηρος ὕμνησε.

ταῦθʼ ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων. αἰσθόμενοι δὲ οἱ Κίλικες, οὐθὲν εἰρήνης δεόμενοι καὶ σχολῆς, ἀλλὰ πλούτου καὶ λαφύρων, εἰς Λιβύην ἀπέπλευσαν, Ἄσκαλιν τὸν Ἴφθα κατάξοντες ἐπὶ τὴν Μαυρουσίων βασιλείαν.

οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας, ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος εἴχετο ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει.