Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκηπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δὲ οἱ προδιδόντες ἀπώλλυσαν,

ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον

p.16
δυναμένους, τέλος δὲ Σύλλας Σκηπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκηπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπειθε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν
paris.1624.571
φίλων ἐσόμενος.

χειμῶσι δὲ χαλεποῖς χρησάμενος ἐν χωρίοις ὀρεινοῖς ὑπὸ βαρβάρων ἐπράττετο τέλη καὶ μισθοὺς τοῦ παρελθεῖν τὴν ὁδόν. ἀγανακτούντων δὲ τῶν σὺν αὐτῷ, καὶ δεινολογουμένων εἰ Ῥωμαίων ἀνθύπατος τέλη καταβαλεῖ βαρβάροις ὀλέθροις, μικρὰ φροντίσας τοῦ δοκοῦντος αἰσχροῦ, καὶ καιρὸν ὠνεῖσθαι φήσας, οὗ σπανιώτερον οὐδὲν ἀνδρὶ μεγάλων ἐφιεμένῳ, τοὺς μὲν βαρβάρους ἐθεράπευσε χρήμασι, τὴν δʼ Ἰβηρίαν ἐπειχθεὶς κατέσχε.