Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς

p.72
σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.

ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.

οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν. χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτε ἄρχειν μήτε ἄρχεσθαι πεφυκώς, Πομπηΐῳ συνέβαλε·

καὶ ταχὺ συντριβεὶς ὑπʼ αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς ὑπισχνεῖτο Πομπηΐῳ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν.