Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.

οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.

ὁ δʼ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφʼ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ. τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον.