Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι

p.68
δουλεύομεν ἑκουσίως τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;

τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.

οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.

ὁ δʼ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφʼ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ. τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον.

ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη· καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει

p.70
συνωμοτῶν, ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον, καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καί ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καί φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καί τὸν κίνδυνον ἐκέλευσεν ἐπιχειρεῖν.