Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον,

ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου.

πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν

p.64
γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, διʼ ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπʼ ἐκείνου δὲ ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας.

ἀθροίσαντος δὲ Σερτωρίου βουλήν, ἣν σύγκλητον ὠνόμαζε, καὶ τῶν ἄλλων δέχεσθαι τὰς προκλήσεις καὶ ἀγαπᾶν κελευόντων ὄνομα γὰρ καὶ γράμμα κενὸν αἰτουμένους περὶ τῶν οὐκ ὄντων ἐπʼ αὐτοῖς, ἀντὶ τούτων λαμβάνειν ὧν μάλιστα δεόμενοι τυγχάνουσιν, οὐκ ἠνέσχετο ὁ Σερτώριος, ἀλλὰ Βιθυνίαν μὲν ἔφη καὶ Καππαδοκίαν λαμβάνοντι Μιθριδάτῃ μὴ φθονεῖν, ἔθνη βασιλευόμενα καὶ μηδὲν προσήκοντα Ῥωμαίοις,

ἣν δὲ τῷ δικαιοτάτῳ τρόπῳ Ῥωμαίων κεκτημένων ἐπαρχίαν ἀφελόμενος καὶ κατασχών πολεμῶν μὲν ἐξέπεσεν ὑπὸ Φιμβρίου, σπενδόμενος δὲ πρὸς Σύλλαν ἀφῆκε, ταύτην οὐκ ἔφη περιόψεσθαι πάλιν ὑπʼ ἐκείνῳ γενομένην δεῖν γὰρ αὔξεσθαι τὴν πόλιν ὑπʼ αὐτοῦ κρατοῦντος, οὐκ ἐλαττώσει τῶν ἐκείνης κρατεῖν αὐτόν γενναίῳ γὰρ ἀνδρὶ μετὰ τοῦ καλοῦ νικᾶν αἱρετόν, αἰσχρῶς δὲ οὐδὲ σῴζεσθαι.