Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

λέγεται δὲ οὐχ ἥκιστα τῆς πατρίδος ἐπιθυμεῖν διὰ τὴν μητέρα, τραφεὶς ὀρφανὸς ὑπʼ αὐτῇ καὶ τὸ σύμπαν ἀνακείμενος ἐκείνῃ, καλούντων δὲ τῶν περὶ τὴν Ἰβηρίαν φίλων αὐτὸν ἐφʼ ἡγεμονίᾳ,

p.62
πυθόμενος τὴν τελευτὴν τῆς μητρὸς ὀλίγον ἐδέησεν ὑπὸ λύπης προέσθαι τὸν βίον. ἑπτὰ γὰρ ἡμέρας οὔτε σύνθημα δοὺς οὔτε ὀφθείς τινι τῶν φίλων ἔκειτο, καὶ μόλις οἱ συστράτηγοι καὶ ὁμότιμοι τὴν σκηνὴν περιστάντες ἠνάγκασαν αὐτὸν προελθόντα τοῖς στρατιώταις ἐντυχεῖν καὶ τῶν πραγμάτων εὖ φερομένων ἀντιλαμβάνεσθαι.

διὸ καὶ πολλοῖς ἔδοξεν ἥμερος ἀνὴρ φύσει γεγονὼς καὶ πρὸς ἡσυχίαν ἔχων ἐπιεικῶς διʼ αἰτίας παρὰ γνώμην ταῖς στρατηγικαῖς ἀρχαῖς χρῆσθαι, καὶ μὴ τυγχάνων ἀδείας, ἀλλὰ συνελαυνόμενος ὑπὸ τῶν ἐχθρῶν εἰς τὰ ὅπλα φρουρὰν ἀναγκαίαν τοῦ σώματος περιβάλλεσθαι τὸν πόλεμον.

ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον,

ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου.

πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν

p.64
γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, διʼ ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπʼ ἐκείνου δὲ ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας.