Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ γὰρ ἦν ἀνὴρ φιλόπατρις καὶ πολὺν ἔχων ἵμερον τοῦ κατελθεῖν ἀλλὰ δυσπραγῶν μὲν ἠνδραγάθει καὶ ταπεινὸν οὐδὲν ἔπραττε πρὸς τοὺς πολεμίους, ἐν δὲ ταῖς νίκαις διεπέμπετο πρὸς Μέτελλον καὶ πρὸς Πομπήϊον ἕτοιμος ὢν τὰ ὅπλα καταθέσθαι καὶ βιοῦν ἰδιώτης καθόδου τυχών μᾶλλον γὰρ ἐθέλειν ἀσημότατος ἐν Ῥώμῃ πολίτης ἢ φεύγων τὴν ἑαυτοῦ πάντων ὁμοῦ τῶν ἄλλων αὐτοκράτωρ ἀναγορεύεσθαι.

λέγεται δὲ οὐχ ἥκιστα τῆς πατρίδος ἐπιθυμεῖν διὰ τὴν μητέρα, τραφεὶς ὀρφανὸς ὑπʼ αὐτῇ καὶ τὸ σύμπαν ἀνακείμενος ἐκείνῃ, καλούντων δὲ τῶν περὶ τὴν Ἰβηρίαν φίλων αὐτὸν ἐφʼ ἡγεμονίᾳ,

p.62
πυθόμενος τὴν τελευτὴν τῆς μητρὸς ὀλίγον ἐδέησεν ὑπὸ λύπης προέσθαι τὸν βίον. ἑπτὰ γὰρ ἡμέρας οὔτε σύνθημα δοὺς οὔτε ὀφθείς τινι τῶν φίλων ἔκειτο, καὶ μόλις οἱ συστράτηγοι καὶ ὁμότιμοι τὴν σκηνὴν περιστάντες ἠνάγκασαν αὐτὸν προελθόντα τοῖς στρατιώταις ἐντυχεῖν καὶ τῶν πραγμάτων εὖ φερομένων ἀντιλαμβάνεσθαι.

διὸ καὶ πολλοῖς ἔδοξεν ἥμερος ἀνὴρ φύσει γεγονὼς καὶ πρὸς ἡσυχίαν ἔχων ἐπιεικῶς διʼ αἰτίας παρὰ γνώμην ταῖς στρατηγικαῖς ἀρχαῖς χρῆσθαι, καὶ μὴ τυγχάνων ἀδείας, ἀλλὰ συνελαυνόμενος ὑπὸ τῶν ἐχθρῶν εἰς τὰ ὅπλα φρουρὰν ἀναγκαίαν τοῦ σώματος περιβάλλεσθαι τὸν πόλεμον.

ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον,