Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν

paris.1624.579
ἐφʼ ἁρπαγὴν καὶ σιτολογίαν. ἠγωνίσθη δὲ λαμπρῶς παρʼ ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ
p.56
τῶν ὑπὸ Πομπηΐῳ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν Μέτελλον.

ὁ δὲ παρʼ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι. τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη. προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας·

καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφʼ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλʼ ἐξηπάτα τοὺς πολεμίους·