Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν.

ἀκούσας δὲ ὁ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπʼ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους· εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν.

ἡ δὲ ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καί κατιδοῦσα τὸν Σερτώριον ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καί παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε ταῖς γόνασιν αὐτοῦ καί τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καί πρότερον τοῦτο ποιεῖν. ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν.

ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν

paris.1624.579
ἐφʼ ἁρπαγὴν καὶ σιτολογίαν. ἠγωνίσθη δὲ λαμπρῶς παρʼ ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ
p.56
τῶν ὑπὸ Πομπηΐῳ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν Μέτελλον.

ὁ δὲ παρʼ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι. τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη. προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας·

καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφʼ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλʼ ἐξηπάτα τοὺς πολεμίους·