Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Κοΐντῳ Σερτωρίῳ γένος ἦν οὐκ ἀσημότατον ἐν πόλει Νούρσοις τῆς Σαβίνων τραφεὶς δὲ

p.6
κοσμίως ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός ὑπερφυῶς δοκεῖ φιλομήτωρ γενέσθαι, ὄνομα τῆς μητρὸς Ῥέαν λέγουσιν. ἤσκητο μὲν οὖν καί περὶ δίκας ἱκανῶς, καί τινα καί δύναμιν ἐν τῇ πόλει μειράκιον ὢν ἀπὸ τοῦ λέγειν ἔσχεν αἱ δὲ
paris.1624.569
περὶ τὰ στρατιωτικὰ λαμπρότητες αὐτοῦ καί κατορθώσεις ἐνταῦθα τὴν φιλοτιμίαν μετέστησαν.

πρῶτον μὲν οὖν Κίμβρων καὶ Τευτόνων ἐμβεβληκότων εἰς Γαλατίαν στρατευόμενος ὑπὸ Καιπίωνι, κακῶς ἀγωνισαμένων τῶν Ῥωμαίων καὶ τροπῆς γενομένης ἀποβεβληκὼς τὸν ἵππον καὶ κατατετρωμένος τὸ σῶμα τὸν Ῥοδανὸν διεπέρασεν, αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ πρὸς ἐναντίον ῥεῦμα πολὺ νηχόμενος· οὕτω τὸ σῶμα ῥωμαλέον ἦν αὐτῷ καὶ διάπονον τῇ ἀσκήσει.

δεύτερον δὲ τῶν αὑτῶν ἐπερχομένων μυριάσι πολλαῖς καὶ δειναῖς ἀπειλαῖς, ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει τότε καὶ τ πείθεσθαι τῷ στρατηγῷ μέγα ἔργον εἶναι, Μάριος μὲν ἡγεῖτο, Σερτώριος δὲ κατασκοπὴν ὑπέστη τῶν πολεμίων, ἐσθῆτι δὲ Κελτικῇ σκευασάμενος καὶ τὰ κοινότατα τῆς διαλέκτου πρὸς ἔντευξιν ἐπὶ καιροῦ παραλαβών, ἀναμίγνυται τοῖς βαρβάροις· καὶ τὰ μὲν ἰδών, τὰ δʼ ἀκοῇ πυθόμενος τῶν ἐπειγόντων ἐπανῆλθε πρὸς Μάριον.