Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι

paris.1624.578
καὶ τοὺς καθʼ αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας· ἐκ δὲ ὧν ἐπηνωρθοῦτο τὰς ἥττας μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρός Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Τουρίαν[*](Τουρίαν Sintenis2, after Ukert; Sintenis1, Coraës and Bekker have Τουττίαν. The MSS. reading is uncertain.) πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον.

ἡ μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. ὁ δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ, πρὶν ἐπελθεῖν τὸν Μέτελλον, διαγωνίσασθαι, παραγαγὼν δὲ ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον

p.52
καὶ διώκουσι.

γενομένης δὲ τῆς μάχης ἐν χερσίν ἔτυχε μὲν οὐ πρός Πομπήϊον αὐτός, ἀλλὰ πρός Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος, ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπʼ ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρός δὲ ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει.