Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Σερτωρίου γὰρ πολιορκοῦντος αὑτοὺς ἧκε Πομπήϊος πανστρατιᾷ βοηθήσων εἶτα ὁ μὲν λόφον εὖ δοκοῦντα πεφυκέναι κατὰ τῆς πόλεως προληψόμενος, ὁ δὲ τοῦτο κωλύσων ἠπείγετο. τοῦ δὲ Σερτωρίου φθάσαντος ἐπιστήσας τὸν στρατὸν ὁ Πομπήϊος ἔχαιρε τῇ συντυχίᾳ, νομίζων ἐν μέσῳ τῆς πόλεως καὶ τῆς αὐτοῦ στρατιᾶς ἀπειλῆφθαι τὸν Σερτώριον καὶ πρὸς τοὺς Λαυρωνίτας εἰσέπεμψε θαρρεῖν κελεύων καὶ καθῆσθαι περὶ τὰ τείχη θεωμένους πολιορκούμενον Σερτώριον.

ἐκεῖνος δʼ ἀκούσας ἐγέλασε, καὶ τὸν Σύλλα μαθητὴν οὕτω γὰρ τὸν Πομπήϊον ἐπισκώπτων προσηγόρευεν αὐτὸς ἔφη διδάξειν ὅτι δεῖ τὸν στρατηγὸν κατόπιν μᾶλλον ἢ κατὰ πρόσωπον βλέπειν. ταῦτα δὲ λέγων ἅμα τοῖς πολιορκουμένοις ἐπεδείκνυεν ἑξακισχιλίους ὁπλίτας ὑπʼ αὐτοῦ καταλελειμμένους ἐπὶ τοῦ προτέρου χάρακος, ὅθεν ὁρμηθεὶς κατειλήφει τὸν λόφον, ὅπως ἐπὶ σφᾶς

p.50
τρεπομένῳ τῷ Πομπηΐῳ κατὰ νώτου προσπέσοιεν.

ὃ δὴ καὶ Πομπήϊος ὀψὲ μάλα συμφρονήσας ἐπιχειρεῖν μὲν οὐκ ἐθάρρει κύκλωσιν δεδοικώς, ἀπολιπεῖν δὲ ᾐσχύνετο κινδυνεύοντας ἀνθρώπους, παρὼν δὲ καὶ καθήμενος ἠναγκάζετο ὁρᾶν ἀπολλυμένους· ἀπέγνωσαν γὰρ αὑτοὺς οἱ βάρβαροι καὶ τῷ Σερτωρίῳ παρέδωκαν.

ὁ δὲ τῶν μὲν σωμάτων ἐφείσατο καὶ πάντας ἀφῆκε, τὴν δὲ πόλιν κατέπρησεν, οὐχ ὑπʼ ὀργῆς οὐδʼ ὠμότητος, ἐλάχιστα γὰρ δοκεῖ θυμῷ χαρίσασθαι τῶν στρατηγῶν οὗτος ἁνήρ, ἀλλʼ ἐπʼ αἰσχύνῃ καὶ κατηφείᾳ τῶν τεθαυμακότων Πομπήϊον, ἵνα ᾖ λόγος ἐν τοῖς βαρβάροις ὅτι παρὼν ἐγγὺς καὶ μονονοὺ θερμαινόμενος τῷ πυρὶ τῶν συμμάχων οὐ προσήμυνεν.

ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι

paris.1624.578
καὶ τοὺς καθʼ αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας· ἐκ δὲ ὧν ἐπηνωρθοῦτο τὰς ἥττας μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρός Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Τουρίαν[*](Τουρίαν Sintenis2, after Ukert; Sintenis1, Coraës and Bekker have Τουττίαν. The MSS. reading is uncertain.) πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον.