Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπʼ αὐτούς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον.

τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι

p.46
νυκτὸς ἀπήγαγεν· ἅμα δʼ ἡμέρᾳ πρῶτον μὲν αὔρα μαλακὴ προαπέπνει διακινοῦσα τῆς συμπεφορημένης γῆς τὸ λειότατον ὥσπερ ἄχνην σκιδνάμενον, ἔπειτα σοβαροῦ τοῦ Καικίου πρὸς τόν ἥλιον ἐκχεομένου καὶ τῶν λόφων κονιωμένων ἐπιστάντες οἱ στρατιῶται τόν τε χοῦν ἀνέτρεπον διὰ βάθους
paris.1624.577
καὶ τόν σπίλον ἔκοπτον, ἔνιοι δὲ καὶ τοὺς ἵππους ἄνω καὶ κάτω διεξήλασαν ἀνιστάντες τὸ χαύνωμα καὶ τῇ πνοῇ μετέωρον παραδιδόντες.

ἡ δʼ ὑπολαμβάνουσα πᾶν τὸ θρυπτόμενον καὶ κινούμενον ἄνω προσέβαλλε τοῖς οἰκήμασι τῶν βαρβάρων, κατὰ θύρας δεχομένοις τόν Καικίαν, οἱ δέ, ἅτε δὴ τῶν σπηλαίων μίαν ἐκείνην ἀναπνοὴν ἐχόντων ᾗ τὸ πνεῦμα προσέπιπτε, ταχὺ μὲν ἀπεσκοτοῦντο τὰς ὄψεις, ταχὺ δʼ ἀνεπίμπλαντο πνιγώδους ἄσθματος, τραχὺν ἀέρα καὶ πολλῇ κόνει συμπεφυρμένον ἕλκοντες.

ὅθεν ἡμέρας δύο μόλις ἀνασχόμενοι τῇ τρίτῃ παρέδωκαν ἑαυτούς, οὐ τοσοῦτον Σερτωρίῳ δυνάμεως ὅσον δόξης προσθέντες, ὡς τὰ διʼ ὃπλων ἀνάλωτα σοφίᾳ κατεργασαμένῳ.

μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον ἢ στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος· ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς, ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν

p.48
πόλεμον μεταχειρίσασθαι τῶν τότε στρατηγῶν.