Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δʼ ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τρέπεσθαι πρὸς φυγὴν ἕκαστον αὑτῶν.

οὐ μόνον δὲ τοῖς Ἴβηρσιν ἦν ποθεινός, ἀλλὰ καὶ τοῖς ἐξ Ἰταλίας στρατευομένοις. Περπέννα γοῦν Οὐέντωνος ἀπὸ τῆς αὐτῆς Σερτωρίῳ στάσεως εἰς Ἰβηρίαν παραγενομένου μετὰ χρημάτων πολλῶν καὶ μεγάλης δυνάμεως, ἰδίᾳ δὲ καθʼ ἑαυτὸν ἐγνωκότος πολεμεῖν πρὸς τὸν Μέτελλον, ἐδυσχέραινον οἱ στρατιῶται, καὶ πολὺς ἦν τοῦ Σερτωρίου λόγος ἐν τῷ στρατοπέδῳ, τὸν Περπένναν ἀνιῶν εὐγενείᾳ καὶ πλούτῳ τετυφωμένον.

οὐ μὴν ἀλλʼ ἐπεὶ Πομπήϊος ἠγγέλλετο

p.40
τὴν Πυρήνην ὑπερβάλλων, ἀναλαβόντες οἱ στρατιῶται τὰ ὅπλα καὶ τὰ σημεῖα τῶν τάξεων ἀναρπάσαντες κατεβόησαν τοῦ Περπέννα, κελεύοντες ὡς τὸν Σερτώριον ἄγειν αὐτοὺς· εἰ δὲ μή, καταλιπόντες ἐκεῖνον ἠπείλουν αὐτοὶ βαδιεῖσθαι πρὸς ἄνδρα σώζεσθαι καὶ σῴζειν δυνάμενον. συγχωρήσας δὲ ὁ Περπέννας ἤγαγεν αὐτοὺς, καὶ συνέμιξε τῷ Σερτωρίῳ πεντήκοντα καὶ τρεῖς ἔχων σπείρας.

Σερτώριος δέ, τῶν ἐντὸς Ἴβηρος αὐτῷ ποταμοῦ πάντων ὁμοῦ τι προστιθεμένων, πλήθει μὲν ἦν μέγας· ἐπέρρεον γὰρ ἀεὶ καὶ συνεφέροντο πανταχόθεν πρὸς αὑτόν· ἀταξίᾳ δὲ βαρβαρικῇ καὶ θρασύτητι ταραττόμενος ἐπιχειρεῖν τοῖς πολεμίοις βοώντων καὶ τὴν τριβὴν δυσανασχετούντων ἐπειρᾶτο παραμυθεῖσθαι διὰ λόγων.

ὡς δὲ ἑώρα χαλεπαίνοντας καὶ βιαζομένους ἀκαίρως, προήκατο καὶ περιεῖδε συμπλεκομένους τοῖς πολεμίοις

paris.1624.576
ἐν οἷς οὐ παντελῶς συντριβέντας, ἀλλὰ πληγὰς λαβόντας ἤλπιζε πρὸς τὰ λοιπὰ κατηκόους μᾶλλον ἕξειν. ὧν δὲ εἴκαζε γενομένων, ἐπιβοηθήσας ἀνέλαβέ τε φεύγοντας αὐτοὺς καὶ κατέστησεν ἀσφαλῶς εἰς τὸ στρατόπεδον.

βουλόμενος δὲ καὶ τὴν ἀθυμίαν ἀφελεῖν, μεθʼ ἡμέρας ὀλίγας πάνδημον ἐκκλησίαν ἀθροίσας ἵππους εἰσήγαγε δύο, τὸν μὲν ἀσθενῆ τελέως καὶ πρεσβύτερον ἤδη, τὸν δὲ ἕτερον εὐμεγέθη μὲν αὐτὸν καὶ ἰσχυρόν, θαυμαστὴν δὲ πυκνότητι καὶ κάλλει τριχῶν οὐρὰν ἔχοντα, παρειστήκει δὲ τῷ μὲν ἀσθενεῖ μέγας

p.42
ἀνὴρ καὶ ῥωμαλέος, τῷ δὲ ἰσχυρῷ μικρὸς ἕτερος καὶ τὴν ὄψιν εὐκαταφρόνητος, σημείου δὲ δοθέντος αὐτοῖς ὁ μὲν ἰσχυρὸς ἀμφοτέραις ταῖς χερσὶ τοῦ ἵππου τὴν κέρκον ὡς ἀπορρήξων εἷλκε βίᾳ πρὸς αὑτόν, ὁ δὲ ἀσθενὴς τοῦ ἰσχυροῦ κατὰ μίαν τῶν τριχῶν ἐξέτιλλεν.