Sertorius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.
ἀλλʼ ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο
καὶ Θώράνιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων μετὰ δυνάμεως, ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον,
οὐ γὰρ εἶχεν ὁ Μέτελλος ὅ τι χρήσαιτο προσπολεμῶν ἀνδρὶ τολμητῇ πάσης ἐξαναδυομένῳ φανερᾶς μάχης, πᾶσαν δὲ μεταβαλλομένῳ μεταβολὴν εὐσταλείᾳ καὶ κουφότητι τῆς Ἰβηρικῆς στρατιᾶς, αὐτὸς ὁπλιτικῶν καὶ νομίμων ἀσκητὴς γεγονὼς ἀγώνων καὶ στρατηγὸς ἐμβριθοῦς καὶ μονίμου φάλαγγος, ὤσασθαι μὲν εἰς χεῖρας ἐλθόντας πολεμίους καὶ καταβαλεῖν ἄριστα γεγυμνασμένης, ὀρειβατεῖν δὲ καὶ συνηρτῆσθαι διώξεσι καὶ φυγαῖς ἀπαύστοις ἀνθρώπων ὑπηνεμίων καὶ λιμὸν ἀνέχεσθαι καὶ δίαιταν ἄπυρον καὶ ἄσκηνον, ὥσπερ ἐκεῖνοι, μὴ δυναμένης.
ἔτι δὲ αὐτὸς μὲν ἤδη πρεσβύτερος ἦν καί τι καί πρὸς ἀνειμένην ἤδη καί τρυφερὰν δίαιταν ἐκ πολλῶν ἀγώνων καί μεγάλων ἐνδεδωκώς, τῷ δὲ Σερτωρίῳ συνειστήκει πνεύματος ἀκμαίου γέμοντι καί κατεσκευασμένον ἔχοντι θαυμασίως τὸ σῶμα ῥώμῃ καί τάχει καί λιτότητι.