Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Σπανὸς ἀνὴρ δημότης τῶν ἐπὶ χώρας βιούντων ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών αὐτῆς μὲν ἀπελείφθη, τὴν δὲ νεβρὸν, ἐκπλαγεὶς τῇ καινότητι τῆς χρόας λευκὴ γὰρ ἦν πᾶσα, λαμβάνει διώξας. κατὰ τύχην δὲ Σερτωρίου τοῖς τόποις ἐναυλισαμένου, καὶ πᾶν ὅ τις ἐξ ἄγρας ἢ γεωργίας ἥκοι κομίζων δῶρον ἀσμένως δεχομένου, καὶ φιλοφρόνως ἀμειβομένου τοὺς θεραπεύοντας, ἐγχειρίζει φέρων αὐτῷ τὴν νεβρὸν.

ὁ δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως· χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν.

ὁ δὲ καὶ προσετεχνᾶτο τοιάδε· γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπʼ αὐτὸν χώρας ἢ πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν, αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατη·

p.30
γῶν ἀκούσας τὸν μὲν ἄγγελον ἔκρυπτε, τὴν δὲ ἔλαφον ἐστεφανωμένην ἐπʼ εὐαγγελίοις προῆγεν, εὐθυμεῖσθαι παρακαλῶν καὶ τοῖς θεοῖς θύειν ὡς ἀγαθόν τι πευσομένους.

οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπʼ ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλʼ ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι.

δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.