Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ

paris.1624.568
τῷ χρόνῳ τῆς τύχης ἄλλοτε ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον. εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης εὐπειρίαν, εἴτʼ ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι διὰ τῶν αὑτῶν περαινόμενα.

ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν,

ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ

p.4
Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν,

φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους,

λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος.

τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ· ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δʼ ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθʼ ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν.