Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἡσθεὶς οὖν ὁ Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ, μεθʼ ἡμέραν ἐπῆγε τοὺς Πάρθους πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον δεδεμένους.

οἱ δʼ ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες εἴχοντο δρασμοῦ· καὶ τοῦτʼ ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι, πυνθάνεται δʼ ὁ πάντων ἀπιστότατος Ἀνδρόμαχος,

p.408
ὑπὸ Κράσσου καὶ τοῦτο πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθʼ ἕκαστον.

ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ ὁ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν ὁ Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις.

ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δʼ ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ἀλλʼ ἔγωγε, εἰπών, ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην, ἀπήλαυνεν εἰς Συρίαν μεθʼ ἱππέων πεντακοσίων·

ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, ἃ καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δʼ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον[*](ἐπιβουλευόμενον Bekker reads ἔτι ἀγόμενον (still led), with Pseudo-Appian.) ὑπʼ Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος.