Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν διʼ Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι διʼ ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ

p.372
μόνη Πάρθων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δʼ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.

ὁ μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν. τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν[*](καὶ ἤστραπτεν MSS., Coraës, and Bekker: κατήστραπτεν with Pseudo-Appian.) ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν·

ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι.

paris.1624.555

πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἃλας, ἃ νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν. ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον, ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας.

τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν

p.374
ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν ἐφʼ ᾧ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας ἐμειδίασε καὶ τοιοῦτον, ἔφη, τὸ γῆρας· ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.

ἐκ τούτου παρὰ τὸν ποταμόν ἐξήλαυνεν ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους, τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δʼ ἐντετυχηκέναι πολλῶν ἴχνεσιν οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων, ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας.

ὅμως δʼ οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον, εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας ἀπʼ ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.