Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

δέδωκε· τῷ γὰρ ὄντι Νικίου τὴν εἰρήνην ἐνόμιζον ἔργον, ὡς Περικλέους τὸν πόλεμον. ὁ μὲν γὰρ ἐπʼ αἰτίαις μικραῖς εἰς συμφορὰς μεγάλας ἐμβαλεῖν ἐδόκει τοὺς Ἕλληνας, ὁ δὲ τῶν μεγίστων κακῶν ἔπεισεν ἐκλαθέσθαι φίλους γενομένους. διὸ καὶ τὴν εἰρήνην ἐκείνην ἄχρι νῦν Νικίειον καλοῦσι.

γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις, ἃς εἶχον ἀλλήλων, καὶ τοὺς αἰχμαλώτους ἀποδιδῶσι, προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων, ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν, ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους.

καὶ τοῦτο μὲν ἱστορεῖ Θεόφραστος. ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πραττόμενα δυσκολαίνοντες αἰτίαις καὶ μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπεισεν ὁ Νικίας τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρήνῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλήλοις γενέσθαι.

πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δʼ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δʼ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδʼ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφʼ ἑκάστῃ.