Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος αὐτόθεν εἰρηνικὸν εἶχεν· ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολλοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προεκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης. οἱ δʼ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις ἐπιμελόμενος καὶ περιέπων φιλανθρώπως ἐλαφροτέραν ἐποίει τὴν ἀτυχίαν.

ἦσαν οὖν πρότερον πεποιημένοι τινὰ πρὸς ἀλλήλους ἐκεχειρίαν ἐνιαύσιον, ἐν ᾗ συνιόντες εἰς ταὐτὸ καὶ γευόμενοι πάλιν ἀδείας καὶ σχολῆς καὶ πρὸς ξένους καὶ οἰκείους ἐπιμιξίας, ἐπόθουν τὸν ἀμίαντον καὶ ἀπόλεμον βίον, ἡδέως μὲν ᾀδόντων τὰ τοιαῦτα χορῶν ἀκούοντες·

  1. κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις·
Euripides, Erechtheus; Nauck, Trag. Graec. Frag. (2) p. 474ἡδέως δὲ μεμνημένοι τοῦ εἰπόντος ὅτι τοὺς ἐν εἰρήνῃ καθεύδοντας οὐ σάλπιγγες, ἀλλʼ ἀλεκτρυόνες ἀφυπνίζουσι.

λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθʼ οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ διʼ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγαθῶ.