Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦ δʼ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐεται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον, τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη· τί δʼ οὐχὶ καὶ νῦν αὐτὸς σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας; ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε, καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλʼ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπουδῆς.

ὁ δὲ τὸ μὲν πρῶτον ἀνεδύετο, τῷ μὴ προσδοκῆσαι τοῦτο θορυβούμενος· ἐγκελευομένων δὲ ταὐτὰ τῶν Ἀθηναίων καὶ τοῦ Νικίου καταβοῶντος, ἐξαρθεὶς καὶ ἀναφλεχθεὶς τὸ φιλότιμον ὑπεδέξατό τε τὴν στρατηγίαν, καὶ προσδιωρίσατο πλεύσας ἐντὸς ἡμερῶν εἴκοσιν ἢ κατακτενεῖν ἐκεῖ τοὺς ἄνδρας ἢ ζῶντας ἄξειν Ἀθήναζε. τοῖς δʼ Ἀθηναίοις ἐπῆλθε γελάσαι μέγα μᾶλλον ἢ πιστεῦσαι· καὶ γὰρ ἄλλως εἰώθεσαν αὐτοῦ τὴν κουφότητα καὶ μανίαν φέρειν μετὰ παιδιᾶς οὐκ ἀηδῶς.

λέγεται γὰρ ἐκκλησίας ποτὲ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δʼ εἰσελθεῖν ἐκεῖνον ἐστεφανωμένον καὶ παρακαλεῖν ὑπερθέσθαι τὴν ἐκκλησίαν εἰς αὔριον· ἀσχολοῦμαι γάρ, ἔφη, σήμερον, ἑστιᾶν μέλλων ξένους καὶ τεθυκὼς τοῖς θεοῖς. τοὺς δʼ Ἀθηναίους γελάσαντας ἀναστῆναι καὶ διαλῦσαι τὴν ἐκκλησίαν.

οὐ μὴν ἀλλὰ καὶ τότε τύχῃ χρησάμενος ἀγαθῇ καὶ στρατηγήσας ἄριστα μετὰ Δημοσθένους, ἐντὸς οὗ προεῖπε χρόνου τῶν Σπαρτιατῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους. καὶ τοῦτο τῷ Νικίᾳ μεγάλην ἤνεγκεν ἀδοξίαν. οὐ γὰρ ἀσπίδος ῥῖψις, ἀλλʼ αἴσχιόν τι καὶ χεῖρον ἐδόκει τὸ δειλίᾳ τὴν στρατηγίαν ἀποβαλεῖν ἑκουσίως, καὶ προέσθαι τῷ ἐχθρῷ τηλικούτου κατορθώματος ἀφορμάς, αὑτὸν ἀποχειροτονήσαντα τῆς ἀρχῆς.