Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται ὅτι καθʼ ἡμέραν ἔθυε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλιστα περὶ τῶν ἀργυρείων μετάλλων· ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεωτικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκινδύνους δὲ τὰς ἐργασίας ἔχοντα· καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον εἶχεν.

ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία.

λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι.

Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε·

  1. Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵνʼ αὐτὸν μὴ λέγῃ
  2. ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου·
  3. τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου·
  4. ὧν δʼ ἕκατι τοῦτʼ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ
  5. οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ.
Teleclides; Kock, Com. Att. Frag. i. p. 219.

ὁ δʼ ὑπʼ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει·

Α.
  1. πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
Β.
  1. οὐδʼ εἶδον, εἰ μὴ ἔναγχος ἑστῶτʼ ἐν ἀγορᾷ.
Α.
  1. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.
  2. καίτοι τί μαθὼν[*](μαθὼν MSS. and edd., including Sintenis1: παθών, an anonymous correction.) ἂν εἶδεν, εἰ μὴ προὐδίδου;
Γ.
  1. ἠκούσατʼ, ὦ ξυνήλικες,
  2. ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον.
Β.
  1. ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς,
  2. λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι;
Eupolis, Maricas; Kock, Com. Att. Frag. i. p. 308

ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει·

  1. λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Arisoph. Kn. 358ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις·
  1. ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ,
  2. κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385

οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάντας οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν οὔτε κοινολογίαις οὔτε συνδιημερεύσεσιν ἐνέβαλλεν ἑαυτόν, οὐδʼ ὅλως ἐσχόλαζε ταῖς τοιαύταις διατριβαῖς, ἀλλʼ ἄρχων μὲν ἐν τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστατος ἀπῄει πρῶτος ἀφικνούμενος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι, δυσπρόσοδος ἦν καὶ δυσέντευκτος οἰκουρῶν καὶ κατακεκλεισμένος.

οἱ δὲ φίλοι τοῖς ἐπὶ ταῖς θύραις φοιτῶσιν ἐνετύγχανον, καὶ παρῃτοῦντο συγγνώμην ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος.

καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμπεριτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου, περί τε γράμματα καὶ μουσικὴν ἐξησκημένος ὑπʼ αὐτοῦ, προσποιούμενος δʼ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευθέντος, οὗ καὶ ποιήματα σώζεται, καὶ τῆς εἰς Ἰταλίαν ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους.