Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ μὴν ἀλλʼ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν. καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφʼ ἡμέρας ὀκτὼ βαλλόμενος καὶ τραυματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον ἐφύλαττε τὴν σὺν αὐτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης ἑάλω καὶ τὸ μετʼ ἐκείνου στράτευμα, περὶ τὴν Πολυζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλωθέν.

αὐτὸς δὲ Δημοσθένης σπασάμενος τὸ ξίφος ἔπληξε μὲν ἑαυτόν, οὐ μὴν ἀπέθανε, ταχὺ τῶν πολεμίων περισχόντων καὶ συλλαβόντων αὐτόν.

ὡς δὲ τῷ Νικίᾳ προσελάσαντες ἔφραζον οἱ Συρακούσιοι καὶ πέμψας ἱππέας ἔγνω τὴν ἐκείνου τοῦ στρατεύματος ἅλωσιν, ἠξίου σπείσασθαι πρὸς τὸν Γύλιππον, ὅπως ἀφῶσι τοὺς Ἀθηναίους ἐκ Σικελίας ὅμηρα λαβόντες ὑπὲρ τῶν χρημάτων ὅσα Συρακουσίοις ἀνάλωτο πρὸς τὸν πόλεμον.

οἱ δʼ οὐ προσεῖχον, ἀλλὰ πρὸς ὕβριν καὶ μετʼ ὀργῆς ἀπειλοῦντες καὶ λοιδοροῦντες ἔβαλλον ἤδη πάντων ἐνδεῶς ἔχοντα τῶν ἀναγκαίων. οὐ μὴν ἀλλὰ καὶ τὴν νύκτα διεκαρτέρησε καὶ τὴν ἐπιοῦσαν ἡμέραν προῄει βαλλόμενος πρὸς τὸν Ἀσίναρον ποταμόν. ἐκεῖ δὲ τοὺς μὲν οἱ πολέμιοι συνενεγκόντες ἐνέσεισαν εἰς τὸ ῥεῖθρον, οἱ δὲ φθάνοντες ὑπὸ δίψους ἔρριπτον ἑαυτούς.