Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκείνων δὲ πρεσβύτερος μὲν ὁ Θονκυδίδης ἦν, καὶ πολλὰ καὶ Περικλεῖ δημαγωγοῦντι τῶν καλῶν καὶ ἀγαθῶν προϊστάμενος ἀντεπολιτεύσατο, νεώτερος δὲ Νικίας γενόμενος ἦν μὲν ἔν τινι λόγῳ καὶ Περικλέους ζῶντος, ὥστε κἀκείνῳ συστρατηγῆσαι καὶ καθʼ αὑτὸν ἄρξαι πολλάκις, Περικλέους δʼ ἀποθανόντος εὐθὺς εἰς τὸ πρωτεύειν προήχθη, μάλιστα μὲν ὑπὸ τῶν πλουσίων καὶ γνωρίμων, ἀντίταγμα ποιουμένων αὐτὸν πρὸς τὴν Κλέωνος βδελυρίαν καὶ τόλμαν, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον εἶχεν εὔνουν καὶ συμφιλοτιμούμενον.

ἴσχυε μὲν γὰρ ὁ Κλέων μέγα γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς, ὅμως δὲ καὶ τὴν πλεονεξίαν αὐτοῦ καὶ τὴν ἰταμότητα καὶ τὸ θράσος[*](τὸ θράσος Coraës and Bekker, after Reiske: θράσος.) ὁρῶντες αὐτοὶ οἷς πρὸς χάριν ἔπραττεν, οἱ πολλοὶ τὸν Νικίαν ἐπήγοντο. καὶ γὰρ οὐκ ἦν αὐστηρὸν οὐδʼ ἐπαχθὲς ἄγαν αὐτοῦ τὸ σεμνόν, ἀλλʼ εὐλαβείᾳ τινὶ μεμιγμένον αὐτῷ τῷ δεδιέναι δοκοῦντι τοὺς πολλοὺς δημαγωγοῦν.

τῇ φύσει γὰρ ὢν ἀθαρσὴς καὶ δύσελπις, ἐν μὲν τοῖς πολεμικοῖς ἀπέκρυπτεν εὐτυχίᾳ τὴν δειλίαν· κατώρθου γὰρ ὁμαλῶς στρατηγῶν· τὸ δʼ ἐν τῇ πολιτείᾳ ψοφοδεὲς καὶ πρὸς τοὺς συκοφάντας εὐθορύβητον αὐτοῦ καὶ δημοτικὸν ἐδόκει, καὶ δύναμιν οὐ μικρὰν ἀπʼ εὐνοίας τοῦ δήμου παρεῖχε τῷ δεδιέναι τοὺς ὑπερορῶντας, αὔξειν δὲ τοὺς δεδιότας. τοῖς γὰρ πολλοῖς τιμὴ μεγίστη παρὰ τῶν μειζόνων τὸ μὴ καταφρονεῖσθαι.

Περικλῆς μὲν οὖν ἀπό τε ἀρετῆς ἀληθινῆς καὶ λόγου δυνάμεως τὴν πόλιν ἄγων οὐδενὸς ἐδεῖτο σχηματισμοῦ πρὸς τὸν ὄχλον οὐδὲ πιθανότητος, Νικίας δὲ τούτοις μὲν λειπόμενος, οὐσίᾳ δὲ προέχων, ἀπʼ αὐτῆς ἐδημαγώγει.

καὶ τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχίᾳ πρὸς ἡδονὴν μεταχειριζομένῃ τοὺς Ἀθηναίους διὰ τῶν ὁμοίων ἀντιπαρεξάγειν ἀπίθανος ὤν, χορηγίαις ἀνελάμβανε καὶ γυμνασιαρχίαις ἑτέραις τε τοιαύταις φιλοτιμίαις τὸν δῆμον, ὑπερβαλλόμενος πολυτελείᾳ καὶ χάριτι τοὺς πρὸ ἑαυτοῦ καὶ καθʼ ἑαυτὸν ἅπαντας.

εἱστήκει δὲ καὶ τῶν ἀναθημάτων αὐτοῦ καθʼ ἡμᾶς τό τε Παλλάδιον ἐν ἀκροπόλει, τὴν χρύσωσιν ἀποβεβληκός, καὶ ὁ τοῖς χορηγικοῖς τρίποσιν ὑποκείμενος ἐν Διονύσου νεώς· ἐνίκησε γὰρ πολλάκις χορηγήσας, ἐλείφθη δὲ οὐδέποτε. λέγεται δʼ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν· ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.

μνημονεύεται δʼ αὐτοῦ καὶ τὰ περὶ Δῆλον ὡς λαμπρὰ καὶ θεοπρεπῆ φιλοτιμήματα. τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δʼ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ᾄδειν κελευομένων κατʼ οὐδένα κόσμον, ἀλλʼ ὑπὸ σπουδῆς ἀσυντάκτως ἀποβαινόντων ἅμα καὶ στεφανουμένων καὶ μεταμφιεννυμένων,

ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν· εἶθʼ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾄδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.