Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἄκριτον δʼ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νικίας γάρ, εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει πρὸ τῶν ἐσχάτων ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλάξας.

οὐκ ἀγνοῶ δʼ ὅτι Θεόφραστος ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος. ἀλλʼ οἱ πλείονες οὕτω γεγράφασιν.

ὁ δʼ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσβεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς Ἀθηναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθιστάμενος ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν γενέσθαι, κατασχόντος ἤδη πλῆθος ἐλπίσι καὶ λόγοις προδιεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομένους ὑπογράφειν τὸ σχῆμα τῆς Σικελίας, καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης, καὶ λιμένας καὶ τόπους οἷς τέτραπται πρὸς Λιβύην ἡ νῆσος.

οὐ γὰρ ἆθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλʼ ὁρμητήριον, ὡς ἀπʼ αὐτῆς διαγωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν.

ὡς οὖν ὥρμηντο πρὸς ταῦτα, ὁ Νικίας ἐναντιούμενος οὔτε πολλοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀποδιδράσκειν, παρὰ γνώμην ἡσύχαζον·