Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

σπουδῆς δʼ ἄξια καὶ λόγου τὰ περὶ τὴν τῶν βιβλίων κατασκευήν, καὶ γὰρ πολλὰ καὶ γεγραμμένα καλῶς συνῆγεν, ἥ τε χρῆσις ἦν φιλοτιμοτέρα τῆς κτήσεως, ἀνειμένων πᾶσι τῶν βιβλιοθηκῶν, καὶ τῶν περὶ αὐτὰς περιπάτων καὶ σχολαστηρίων ἀκωλύτως ὑποδεχομένων τοὺς Ἕλληνας ὥσπερ εἰς Μουσῶν τι καταγώγιον ἐκεῖσε φοιτῶντας καὶ συνδιημερεύοντας ἀλλήλοις, ἀπὸ τῶν ἄλλων χρειῶν ἀσμένως ἀποτρέχοντας.

πολλάκις δὲ καὶ συνεσχόλαζεν αὐτὸς ἐμβάλλων εἰς τοὺς περιπάτους τοῖς φιλολόγοις καὶ τοῖς πολιτικοῖς συνέπραττεν ὅτου δέοιντο· καὶ ὅλως ἑστία καὶ πρυτανεῖον Ἑλληνικὸν ὁ οἶκος ἦν αὐτοῦ τοῖς ἀφικνουμένοις εἰς Ῥώμην. φιλοσοφίαν δὲ πᾶσαν μὲν ἠσπάζετο καὶ πρὸς πᾶσαν εὐμενὴς ἦν καὶ οἰκεῖος, ἴδιον δὲ τῆς Ἀκαδημείας ἐξ ἀρχῆς

p.606
ἔρωτα καὶ ζῆλον ἔσχεν, οὐ τῆς νέας λεγομένης,

καίπερ ἀνθούσης τότε τοῖς Καρνεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς παλαιᾶς, πιθανὸν ἄνδρα

paris.1624.520
καὶ δεινὸν εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον ὁ Λούκουλλος καὶ συμβιωτὴν ἀντέταττε τοῖς Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν.

καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν εἰς τὴν αἵρεσιν, ἐν ᾧ τὸν ὑπὲρ τῆς καταλήψεως λόγον Λουκούλλῳ περιτέθεικεν, αὑτῷ δὲ τὸν ἐναντίον. Λούκουλλος δʼ ἀναγέγραπται τὸ βιβλίον. ἦσαν δʼ, ὥσπερ εἴρηται, φίλοι σφόδρα καὶ κοινωνοὶ τῆς ἐν πολιτείᾳ προαιρέσεως· οὐδὲ γὰρ αὖ πάμπαν ἀπηλλάχει τῆς πολιτείας ἑαυτὸν ὁ Λούκουλλος,

ἀλλὰ τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι φιλοτιμίαν καὶ ἅμιλλαν, ὡς οὔτε ἀκίνδυνον οὔτʼ ἀνύβριστον οὖσαν, εὐθὺς ἀφῆκε Κράσσῳ καὶ Κάτωνι· τούτους γὰρ οἱ τὴν Πομπηίου δύναμιν ὑφορώμενοι προεβάλλοντο τῆς βουλῆς, ἀπολεγομένου τοῦ Λουκούλλου τὰ πρωτεῖα· κατέβαινε δʼ εἰς τὴν ἀγορὰν διὰ τοὺς φίλους, εἰς δὲ τὴν σύγκλητον, εἰ Πομπηΐου τινὰ δέοι σπουδὴν ἢ φιλοτιμίαν ἐπηρεάσαι.

καὶ τάς τε διατάξεις, ἃς ἐκεῖνος ἐποιήσατο τῶν βασιλέων κρατήσας, ἐξέκρουσε, καὶ νέμησίν τινα τοῖς στρατιώταις αὐτοῦ γράφοντος ἐκώλυσε δοθῆναι συμπράττοντος Κάτωνος, ὥστε Πομπήϊον εἰς τὴν

p.608
Κράσσου καὶ Καίσαρος φιλίαν, μᾶλλον δὲ συνωμοσίαν, καταφυγεῖν καὶ πληρώσαντα τὴν πόλιν ὅπλων καὶ στρατιωτῶν βίᾳ κυρῶσαι τὰ δόγματα, τοὺς περὶ τὸν Κάτωνα καὶ Λούκουλλον ἐκβαλόντα τῆς ἀγορᾶς.

ἀγανακτούντων δὲ τῶν βελτίστων ἐπὶ τοῖς γινομένοις προῆγον οἱ Πομπηιανοὶ Βέττιόν τινα, συνειληφέναι λέγοντες ἐπιβουλεύοντα Πομπηίῳ. κἀκεῖνος ἀνακρινόμενος ἐν μὲν τῇ συγκλήτῳ κατηγόρησεν ἑτέρων τινῶν, ἐν δὲ τῷ δήμῳ Λούκουλλον ὠνόμασεν, ὡς ὑπʼ ἐκείνου παρεσκευασμένος ἀποκτεῖναι Πομπήιον.

οὐδεὶς δὲ τῷ λόγῳ προσέσχεν, ἀλλὰ καὶ παραυτίκα δῆλος ἦν ὁ ἄνθρωπος ἐπὶ συκοφαντίᾳ καὶ διαβολῇ προηγμένος ὑπʼ αὐτῶν, καὶ μᾶλλον ἐφωράθη τὸ πρᾶγμα μετʼ ὀλίγας ἡμέρας ῥιφθέντος ἐκ τῆς εἱρκτῆς νεκροῦ, λεγομένου μὲν αὐτομάτως τεθνάναι, σημεῖα δʼ ἀγχόνης καὶ πληγῶν ἔχοντος· ἐδόκει γὰρ ὑπʼ αὐτῶν ἀνῃρῆσθαι τῶν παρεσκευακότων.