Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Νεόπλουτα δʼ ἦν τοῦ Λουκούλλου τὰ δεῖπνα τὰ καθʼ ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλίθοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλʼ ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς διαπεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποιοῦντος ἑαυτόν. ὁ γοῦν Πομπήιος εὐδοκίμησε νοσῶν·

τοῦ γὰρ ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δʼ οἰκετῶν οὐκ ἂν εὑρεῖν ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην ἢ παρὰ Λουκούλλῳ σιτευομένην, οὐκ εἴασε λαβεῖν ἐκεῖθεν, ἀλλʼ εἰπὼν πρὸς τὸν ἰατρόν οὐκοῦν, εἰ μὴ Λούκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν; ἄλλο τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε.

Κάτων δʼ ἦν αὐτῷ

paris.1624.519
φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε, νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων οὐ παύσῃ, ἔφη, σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δʼ ὡς Λούκουλλος, λέγων δὲ ὡς Κάτων; ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δὲ οὐ λέγουσιν.

ὁ μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι

p.602
τὴν κλῆσιν, ὡς διʼ αὐτοὺς καθʼ ἡμέραν τοσούτων ἀναλισκομένων·

τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· γίνεται μέν τι τούτων καὶ διʼ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον. ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι τί λέγεις; εἶπεν, οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;