Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὥστʼ ἐν ἐλάττονι χρόνῳ τετραετίας διαλυθῆναι τὰ χρέα πάντα καὶ τὰς κτήσεις ἐλευθέρας ἀποδοθῆναι τοῖς δεσπόταις. ἦν δὲ τοῦτο κοινὸν δάνειον ἐκ τῶν δισμυρίων ταλάντων, οἷς τὴν Ἀσίαν ἐξημίωσεν ὁ Σύλλας καὶ διπλοῦν ἀπεδόθη τοῖς δανείσασιν, ὑπʼ ἐκείνων

p.534
ἀνηγμένον ἤδη τοῖς τόκοις εἰς δώδεκα μυριάδας ταλάντων.

ἐκεῖνοι μὲν οὖν ὡς δεινὰ πεπονθότες ἐν Ῥώμῃ τοῦ Λουκούλλου κατεβόων, καὶ χρήμασιν ἀνίστασαν ἐπʼ αὐτὸν ἐνίους τῶν δημαγωγῶν, μέγα δυνάμενοι καὶ πολλοὺς ὑπόχρεως πεποιημένοι τῶν πολιτευομένων, ὁ δὲ Λούκουλλος οὐ μόνον ὑπὸ τῶν εὖ πεπονθότων ἠγαπᾶτο δήμων, ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπαρχίαις ποθεινὸς ἦν, εὐδαιμονιζούσαις τοὺς ἡγεμόνος τοιούτου τυχόντας.

Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην ἦν δὲ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε

paris.1624.505
Λουκούλλῳ συνοικούσης πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύκλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύσαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς, καὶ διʼ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας εἷς Ἀντιόχειαν ἧκε τὴν ἐπὶ Δάφνης.

ἔπειτα Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος, πολλοὺς μὲν ᾠκειώσατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπομέναις πρὸς αὑτὸν ὑπέσχετο τὴν Λουκούλλου βοήθειαν, ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν.

ἦν γὰρ οὐκ ἀνασχετὸς ἡ τῶν Ἀρμενίων ἀρχὴ

p.536
τοῖς Ἕλλησιν, ἀλλὰ χαλεπή καὶ μάλιστα τοῦ βασιλέως αὐτοῦ τὸ φρόνημα τραγικὸν καὶ ὑπέρογκον ἐν ταῖς μεγάλαις εὐτυχίαις ἐγεγόνει, πάντων, ὅσα ζηλοῦσιν οἱ πολλοὶ καὶ θαυμάζουσιν, οὐ μόνον ὄντων περὶ αὐτόν, ἀλλὰ καὶ διʼ αὑτὸν γεγονέναι δοκούντων.

ἀρξάμενος γὰρ ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἐλπίδος ἔθνη πολλὰ κατεστρέψατο, καὶ τὴν Πάρθων, ὡς ἄλλος οὐδεὶς, δύναμιν ἐταπείνωσεν, Ἑλλήνων δὲ τὴν Μεσοποταμίαν ἐνέπλησε, πολλοὺς μὲν ἐκ Κιλικίας, πολλοὺς δʼ ἐκ Καππαδοκίας ἀνασπάστους κατοικίζων. ἐκίνησε δʼ ἐξ ἠθῶν καὶ Ἄραβας τοὺς Σκηνίτας μεταγαγὼν καὶ πλησίον ἱδρύσας, ὅπως χρῷτο διʼ ἐκείνων ταῖς ἐμπορίαις.

βασιλεῖς δὲ πολλοὶ μὲν ἦσαν οἱ θεραπεύοντες αὐτόν, τέσσαρες δέ, οὓς ἀεὶ περὶ αὑτὸν εἶχεν ὥσπερ ὀπαδοὺς ἢ δορυφόρους, ἱππότῃ μὲν ἐλαύνοντι πεζοὺς παραθέοντας ἐν χιτωνίσκοις, καθημένῳ δὲ καὶ χρηματίζοντι περιεστῶτας ἐπηλλαγμέναις διʼ ἀλλήλων ταῖς χερσίν, ὅπερ ἐδόκει μάλιστα τῶν σχημάτων ἐξομολόγησις εἶναι δουλείας, οἷον ἀποδομένων τὴν ἐλευθερίαν καὶ τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι.